Αρχιερατική Θεία Λειτουργία στον ΙΝ Αγίου Λαζάρου Μάκρης

Time to read
less than
1 minute
Read so far

Αρχιερατική Θεία Λειτουργία στον ΙΝ Αγίου Λαζάρου Μάκρης

Απρίλιος 20, 2019 - 20:00
0 σχόλια

Ἡ πάντων χαρά, Χριστὸς ἡ ἀλήθεια,

τὸ φῶς ἡ ζωή, τοῦ Κόσμου ἡ ἀνάστασις,

τοῖς ἐν γῇ πεφανέρωται,

τῇ αὐτοῦ ἀγαθότητι,

καὶ γέγονε τύπος τῆς ἀναστάσεως,

τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.

Σήμερα Σάββατο 20 Ἀπριλίου 2019 ὁ Σεβασμιώτατος Μητροπολίτης Μαντινείας καί Κυνουρίας κ.κ. ΑΛΕΞΑΝΔΡΟΣ προεξῆρχε τοῦ Ὄρθρου καί τέλεσε τήν Ἀρχιερατική θεία Λειτουργία στόν ἑορτάζοντα Ἱερό Ναό Ἄγ. Λαζάρου Μάκρης Τριπόλεως.  

«Φίλος ἦν τοῦ Ἰησοῦ ὁ Λάζαρος καὶ αἱ τούτου ἀδελφαί, Μάρθα καὶ Μαρία, αἵτινες καὶ ἐφιλοξένησαν αὐτόν, καὶ διηκόνησαν πολλάκις (Λουκ. ι΄, 38-40, Ἰωάν. ιβ΄, 1-3). Ἦσαν δὲ ἐκ κώμης τινὸς τῆς Ἰουδαίας, Βηθανίας τὸ ὄνομα, κατὰ τοὺς πρὸς τὰ ἀνατολικὰ μέρη πρόποδας τοῦ ὄρους τῶν Ἐλαιῶν κειμένης, ἐγγὺς τῆς Ἱερουσαλὴμ ἕως δύο μίλια ρωμαϊκά. Τούτου οὖν τοῦ Λαζάρου ἀσθενήσαντος ἡμέρας τινὰς πρὸ τοῦ σωτηρίου πάθους, διαμηνύουσι τὴν ἀσθενείαν αὐτοῦ αἱ ἀδελφαὶ εἰς τὸν Ἰησοῦν, διατρίβοντα τότε ἐν τῇ Γαλιλαίᾳ. Ὁ δὲ μείνας ἐπίτηδες ἐκεῖ ἡμέρας, ἔως οὗ ἀπέθανεν ὁ Λάζαρος, τότε εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν, ἵνα ἐξυπνήσω τὸν φίλον κοιμώμενον, ἐννοῶν δηλαδὴ τὸν βαρὺν τοῦ θανάτου ὕπνον. Φθάσας δὲ εἰς Βηθανίαν, παρεμύθησε τὰς ἀδελφὰς τοῦ πρὸ τεσσάρων ἡμερῶν τεθαμμένου ἤδη Λαζάρου· ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτὸν ἐπὶ τῷ θανάτῳ τοῦ ἀγαπητοῦ φίλου· ἠρώτησε, ποῦ ἐναπετέθη τὸ λείψανον, ἐδάκρυσεν ἐπ᾿ αὐτῷ, προσῆλθεν εἰς τὸ μνημεῖον, προσέταξεν ἵνα ἄρωσι τὸν λίθον, ὕψωσεν ἄνω τοὺς ὀφθαλμούς· καὶ εὐχαριστήσας τῷ Θεῷ καὶ Πατρί, ἐκέκραξε φωνῇ μεγάλη˙ Λάζαρε, δεύρο ἔξω˙ καὶ τοῦ τεταρταίου νεκροῦ ἐξελθόντος εὐθύς, ἐντετυλιγμένου εἰς τὰ σάβανα, εἶπε πρὸς τοὺς παρεστώτας˙ Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν (Ἰωάν. ια, 44). Τοῦτό ἐστί τὸ ὑπερφυὲς τοῦ Σωτῆρος Θαῦμα, ὅπερ ἑορτάζομεν σήμερον.

Λέγεται δὲ ἐξ ἀρχαίας παραδόσεως ὅτι ὁ Λάζαρος ἦν τριακοντούτης ὅτε ἀνέστησεν αὐτὸν ὁ Κύριος˙ ὅτι ἐπιζήσας ἄλλα τριάκοντα ἐτελεύτησεν ἐν Κύπρῳ τὸ 63 ἔτος καὶ ὅτι ὁ τάφος αὐτοῦ ἔκειτο πλησίον τῆς πόλεως Κιτιέων, ἔχων ἐπιγραφὴν «Λάζαρος ὁ τετραήμερος καὶ φίλος τοῦ Χριστοῦ». Τῷ δὲ 890 ἔτει μετεκόμισεν εἰς Κωνσταντινούπολιν τὸ ἱερὸν αὐτοῦ λείψανον Λέων ὁ σοφός, ὅτε ἀναμφιβόλως ἐποίησε καὶ τὰ εἰς τὸν ἑσπερινὸν αὐτοῦ ἰδιόμελα˙ Κύριε, Λαζάρου θέλων τάφον ἰδεῖν, κ.λπ.».

 +π.Ι.Σ.

Ειδήσεις: 

Προσθήκη νέου σχολίου

Το ArcadiaPortal.gr σέβεται όλες τις απόψεις, αλλά διατηρεί το δικαίωμά του να μην αναρτά υβριστικά, συκοφαντικά σχόλια και διαφημίσεις. Τα σχόλια απηχούν αποκλειστικά τις απόψεις των αναγνωστών.