Η Ακολουθία των Αγίων Παθών στην Τρίπολη (pics)

Η Ακολουθία των Αγίων Παθών στην Τρίπολη (pics)

Απρίλιος 26, 2019 - 09:35
0 σχόλια

Ὁ Σεβ. Μητροπολίτης Μαντινείας καί Κυνουρίας κ.κ. ΑΛΕΞΑΝΔΡΟΣ, τό ἑσπέρας τῆς Μ. Πέμπτης 25 Ἀπριλίου 2019, χοροστάτησε στήν Ἀκολουθία τοῦ Ὄρθρoυ τῆς Μ. Παρασκευῆς (Ἀκολουθία Ἁγίων Παθῶν) στόν Μητροπολιτικό Ἱερό Ναό Ἁγίου Βασιλείου Τριπόλεως.

«Ἐξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ Σου Αἵματι· τῷ Σταυρῷ προσηλωθείς, καὶ τῇλόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις·  Σωτὴρ ἡμῶν δόξα Σοι».

Ἀφοῦ ἀνέτειλεν ἡ κγ΄ Μαρτίου, ἡμέρα τῆς ἑβδομάδος Παρασκευή, ἀποστέλλεται ὁ Ἰησοῦς ἀπὸ τοὺΚαϊάφα πρὸς τὸν τότε ἡμεμόνα τῆς Ἰουδαίας Πόντιον Πιλάτον τὸ ὄνομα· ὅστις πολυτρόπως ἀνακρίνας Αὐτόν, καὶ ἅπαξ καὶ δὶς ὁμολογήσας ἀθῶον, πρὸς εὐχαρίστησιν ἔπειτα τῶν Ἰουδαίων, ψηφίζει θάνατον κατ' Αὐτοῦ· καὶ φραγγελώσας ὡς δοῦλον φυγάδα τὸν Δεσπότην τοῦ παντός, παρέδωκε εἰς τὸ σταυρωθῆναι.

 Ἐντεῦθεν ὁ Ἰησοῦς, παραδοθεὶς εἰς τοὺς στρατιώτας, γυμνοῦται τὰ ἰμάτια Αὐτοῦ, ἐνδύεται χλαμύδα κοκκίνην, στεφανοῦται ἀκάνθαις, σκηπτροφορεῖ κάλαμον, προσκυνεῖται χλευαστικῶς, ἐμπτύεται, κρούεται κατὰ τοῦ προσώπου καὶ τῆς κεφαλῆς. Εἶτα ἐνδυθεὶς πάλιν τὰ ἑαυτοῦ ἰμάτια καὶ βαστάζων τὸν Σταυρόν,ἔρχεται εἰς τὸν Γολγοθᾶ, τόπον τῆς καταδίκης, καὶ ἐκεῖ περὶ ὥραν γ΄ τῆς ἡμέρας σταυροῦται μεταξὺ δύο ληστῶν, βλασφημεῖται ὑπὸ τῶν παραπορευομένων, μυκτηρίζεται ὑπὸ τῶν ἀρχιερέων, ποτίζεται ὑπὸ τῶν στρατιωτῶν ὄξος μεμιγμένον μετὰ χολῆς. Περὶ δὲ τὴν θ΄ ὥρα, κράξας φωνῇ μεγάλῃ καὶ εἰπών· Τετέλεσται,ἐκπνέει «ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καθ' ἧν ὥραν πανσελήνου οὕσης τῆς ἡμέρας,ἐσφάζετο κατὰ τὸν νόμον ὁ πασχάλιος ἀμνός, ὁ εἰς τύπον Αὐτοῦ διαταχθεὶς τοῖς Ἰουδαίοις πρὸ 1043 ἐτῶν.

Τὸν Δεσποτικὸν τοῦτον θάνατον καὶ ἡ ἄψυχος κτίσις πενθοῦσα τρέμει καὶ ἀλλοιοῦται ὑπὸ τοῦ φόβου· ἀλλ'ὁ Δημιουργὸς τῆς κτίσεως, καὶ νεκρὸς ἤδη ὤν, λογχίζεται προσέτι καὶ τὴν ἀκήρατον πλευράν, καὶ ρέει ἐξ αὐτῆς αἷμα καὶ ὕδωρ.

Τέλος, περὶ τὴν δύσιν τοῦ ἡλίου, ἔρχεται Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας καὶ Νικόδημος μετ' αὐτοῦ, ἀμφότεροι μαθηταὶ τοῦ Ἰησοῦ κεκρυμμένοι, ἀποκαθηλοῦσιν ἀπὸ τοῦ Σταυροῦ τὸ πανάγιον τοῦ Διδασκάλου Σῶμα, ἀρωματίζουσιν αὐτό, ἐντυλίσσουσιν εἰς σινδόνα καθαράν, καὶ θάψαντες αὐτὸ ἐν μνημείῳ κενῷ, προσκυλίουσινἐπὶ τῷ στόμιον αὐτοῦ λίθον μέγαν. Ταῦτα τὰ φρικτὰ καὶ σωτήρια Πάθη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν σήμερον καὶ εἰς ἀνάμνησιν αὐτῶν παρελάβομεν, ἐξ Ἀποστολικῆς διαταγῆς, τὴν τῆς Παρασκευῆς νηστείαν.

π.Ἰ.Σ.
Φωτογραφίες Χ. Α. Μπίτα

Ειδήσεις: 

Προσθήκη νέου σχολίου

Το ArcadiaPortal.gr σέβεται όλες τις απόψεις, αλλά διατηρεί το δικαίωμά του να μην αναρτά υβριστικά, συκοφαντικά σχόλια και διαφημίσεις. Τα σχόλια απηχούν αποκλειστικά τις απόψεις των αναγνωστών.